Οἳ δ᾽ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον, ὅσσον ἐφ᾽ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα πέτρη τ᾽ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει, τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ᾽ ἀνδρὶ ἑκάστῳ νῆες ἕποντο θοαί, πολέες δ᾽ ἔμβαινον Ἐπειοί. τῶν μὲν ἄρ᾽ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην υἷες ὁ μὲν Κτεάτου, ὁ δ᾽ ἄρ᾽ Εὐρύτου, Ἀκτορίωνε· τῶν δ᾽ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης· τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδής, υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος. Οἳ δ᾽ ἐκ Δουλιχίοιο Ἐχινάων θ᾽ ἱεράων νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα, τῶν αὖθ᾽ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς, ὅς ποτε Δουλίχιόνδ᾽ ἀπενάσσατο πατρὶ χολωθείς· τῷ δ᾽ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. Μετάφραση Ιάκωβος Π ολυλάς Και από την θείαν Ήλιδα κι απ΄ το Βουπράσιον ήλθαν από τους τόπους όπου κλειούν η Μύρσινος, στην άκρην, η Υρμίνη, το Αλείσιον κι η Ωλενία πέτρα· τέσσαρες ήσαν αρχηγοί κι είχε ο καθένας δέκα καράβια και τα γέμιζαν των Επειών τα πλήθη. Ένας ο Θάλπιος υιός του Ακτορίδη Ευρύτου