Η Αγάπη ποτέ δεν πέφτει...
Εάν τις γλώσσες τῶν ἀνθρώπων λαλώ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ έχω, γέγονα χαλκός ήχον ἢ κύμβαλον ἀλαλάζον. καὶ εάν έχω προφητείας καὶ εἰδῶ τὰ μυστήρια πάντα καὶ πάσαν τὴν γνώσιν, καὶ εάν έχω πάσαν τὴν πίστη, ώστε όρη μεθιστάνειν, ἀγάπην δὲ μὴ έχω, οὐδέν ειμί. καὶ εάν ψωμίσω πάντα τὰ ὑπάρχοντά μου, καὶ εάν παραδώ τὸ σῶμά μου ἵνα καυθήσωμαι, ἀγάπην δὲ μὴ έχω, ουδέν ωφελούμαι. Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται, ἡ ἀγάπη οὐ ζηλοῖ, ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται, οὐκ ασχημονεί, οὐ ζητεί τὰ εαυτής, οὐ παροξύνεται, οὐ λογίζεται τὸ κακόν, οὐ χαίρει επί τῇ ἀδικίᾳ, συγχαίρει δὲ τῇ ἀληθείᾳ· πάντα στέγει, πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει. Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. εἴτε δὲ προφητεῖαι, καταργηθήσονται· είτε γλώσσες, παύσονται· είτε γνώσις, καταργηθήσεται. ἐκ μέρους δὲ γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν· όταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται. ὅτε ἤμην νήπιος, ὡς νήπιος ἐλάλουν, ὡς νήπιος ἐφρόνουν, ὡς νήπιος ἐλογιζόμην· ὅτε δὲ γέγονα ἀνήρ, κατήργηκα τὰ τοῦ ...